Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.223 Joseph. BJ 6.230 (English) >>Joseph. BJ 6.237

6.227τῶν μὲν οὖν Ῥωμαίων ἄπρακτος οὐδεὶς ἀπέθανεν, τῶν δὲ στασιαστῶν οἳ κατὰ τὰς προτέρας μάχας ἠγωνίσαντο γενναίως καὶ τότε καὶ Ἐλεάζαρος ἀδελφιδοῦς τοῦ τυράννου Σίμωνος. 6.228 δὲ Τίτος ὡς ἑώρα τὴν ἐπὶ τοῖς ἀλλοτρίοις ἱεροῖς φειδὼ πρὸς βλάβης τοῖς στρατιώταις γινομένην καὶ φόνου, τὰς πύλας προσέταξεν ὑφάπτειν. 6.229

Ἐν δὲ τούτῳ πρὸς αὐτὸν αὐτομολοῦσιν Ἄνανός τε ἀφαμμαούς, τῶν Σίμωνος δορυφόρων φονικώτατος, καὶ Ἀρχέλαος υἱὸς Μαγαδδάτου, συγγνώμην ἐλπίσαντες ἐπειδὴ κρατούντων Ἰουδαίων

-- --

ἀπεχώρουν. 6.230Τίτος δὲ καὶ τοῦτο τὸ πανούργημα προβάλλεται τῶν ἀνδρῶν, καὶ τὴν ἄλλην περὶ τοὺς ἰδίους ὠμότητα πεπυσμένος ὥρμητο κτείνειν ἑκατέρους, ὑπʼ ἀνάγκης ἦχθαι λέγων αὐτούς, οὐκ ἐκ προαιρέσεως παρεῖναι, καὶ σωτηρίας οὐκ ἀξίους εἶναι τοὺς φλεγομένης ἤδη διʼ αὐτοὺς τῆς πατρίδος ἐξαλλομένους. 6.231ἐκράτει δʼ ὅμως τοῦ θυμοῦ πίστις, καὶ ἀφίησι τοὺς ἄνδρας, οὐ μὴν ἐν ἴσῃ μοίρᾳ κατέτασσε τοῖς ἄλλοις. 6.232ἤδη δὲ ταῖς πύλαις οἱ στρατιῶται προσῆγον τὸ πῦρ, καὶ περιτηκόμενος ἄργυρος διεδίδου ταχέως εἰς τὴν ξυλείαν τὴν φλόγα, ἔνθεν ἀθρόως ἐκφερομένη τῶν στοῶν ἐπελαμβάνετο. 6.233τοῖς δὲ Ἰουδαίοις ὁρῶσι τὸ πῦρ ἐν κύκλῳ μετὰ τῶν σωμάτων παρείθησαν αἱ ψυχαί, καὶ διὰ τὴν κατάπληξιν ἀμύνειν μὲν σβεννύειν ὥρμησεν οὐδείς, αὖοι δʼ ἑστῶτες ἀφεώρων.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.223 Joseph. BJ 6.230 (English) >>Joseph. BJ 6.237

Powered by PhiloLogic